Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 3.129 Joseph. BJ 3.136 (English) >>Joseph. BJ 3.142

3.133καὶ παρελθὼν εἴσω πάντας ἡβηδὸν ἀναιρεῖ μηδεμιᾶς τῶν Ῥωμαίων ἡλικίας ἔλεον ποιουμένων μίσει πρὸς τὸ ἔθνος καὶ μνήμῃ τῆς κατὰ τὸν Κέστιον αὐτῶν παρανομίας. 3.134ἐμπίμπρησιν δὲ οὐ μόνον αὐτὴν τὴν πόλιν, ἀλλὰ καὶ τὰς πέριξ κώμας πάσας τε καὶ πολίχνας, ἃς μὲν παντελῶς ἐκλελειμμένας, ἔστιν δʼ ἃς αὐτὸς ἐξανδραποδιζόμενος. 3.135

δʼ Ἰώσηπος ἣν πρὸς ἀσφάλειαν εἵλετο πόλιν αὐτὸς ἐνέπλησεν δέους καταφυγών. οἱ δὲ ἀπὸ τῆς Τιβεριάδος οὐκ ἄν, εἰ μὴ πρὸς τὸ πᾶν ἀπεγνώκει τὸν πόλεμον, τραπῆναί ποτε αὐτὸν ᾤοντο. 3.136καὶ κατὰ τοῦτό γε οὐ διημάρτανον αὐτοῦ τῆς γνώμης· ἑώρα μὲν γάρ, ποῖ ῥέψει τὰ Ἰουδαίων τέλους, καὶ μίαν αὐτῶν ᾔδει σωτηρίαν, εἰ μεταβάλοιντο. 3.137αὐτὸς δὲ καίπερ συγγνωσθήσεσθαι παρὰ Ῥωμαίοις προσδοκῶν, ὅμως τεθνάναι μᾶλλον εἵλετο πολλάκις καταπροδοὺς τὴν πατρίδα καὶ τὴν ἐμπιστευθεῖσαν αὐτῷ στρατηγίαν ὑβρίσας εὐτυχεῖν παρʼ οἷς πολεμήσων ἐπέμφθη. 3.138γράφειν οὖν τοῖς ἐν τέλει τῶν Ἱεροσολύμων διέγνω μετὰ ἀκριβείας τὰ πράγματα, ὡς μήτʼ ἐπὶ μεῖζον ἐξάρας τὴν τῶν πολεμίων ἰσχὺν αὖθις εἰς δειλίαν κακίζοιτο μήτε ἐνδεέστερον ἀπαγγείλας κἂν μετανοήσαντας ἴσως θρασύνοιεν, 3.139ἵνα τε σπονδὰς αἱρούμενοι ταχέως ἀντιγράψωσιν πολεμεῖν ἐγνωκότες πρὸς Ῥωμαίους ἀξιόμαχον αὐτῷ πέμψωσι δύναμιν.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 3.129 Joseph. BJ 3.136 (English) >>Joseph. BJ 3.142

Powered by PhiloLogic